Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.211 Joseph. AJ 7.215 (English) >>Joseph. AJ 7.219

7.213μεμένηκε δʼ ἐπὶ τῆς αὐτῆς υἱοῦ παραλαβόντος.” ταῦτα λέγων ἔπειθεν· ὕποπτον γὰρ αὐτὸν εἶχε. καὶ καλέσας τὸν Ἀχιτόφελον συνεβουλεύετο αὐτῷ τί δεῖ ποιεῖν· δὲ παρῄνεσε ταῖς τοῦ πατρὸς αὐτὸν παλλακαῖς συνελθεῖν· ἐκ τούτου γὰρ εἴσεσθαι τὸν λαὸν ἔλεγε πιστεύσαντα, ὡς ἀδιάλλακτά σοι τὰ πρὸς αὐτόν ἐστι, καὶ μετὰ πολλῆς συστρατεύσεσθαι προθυμίας ἐπὶ τὸν πατέρα· μέχρι δεῦρο γὰρ φανερὰν ἔχθραν ἀναλαμβάνειν δεδιέναι προσδοκῶντας ὑμᾶς ὁμονοήσειν. 7.214πεισθεὶς δὲ τῇ συμβουλίᾳ κελεύει σκηνὴν αὑτῷ πῆξαι τοὺς οἰκέτας ἐπὶ τοῦ βασιλείου τοῦ πλήθους ὁρῶντος, καὶ παρελθὼν συνέρχεται ταῖς τοῦ πατρὸς παλλακαῖς. ταῦτα δʼ ἐγένετο κατὰ τὴν Νάθα προφητείαν, ἣν τῷ Δαυίδῃ σημαίνων τὴν ἐκ τοῦ παιδὸς ἐσομένην ἐπίθεσιν προεφήτευσε. 7.215

Ποιήσας δʼ Ἀψάλωμος τὰ παραινεθέντα αὐτῷ ὑπὸ τοῦ Ἀχιτοφέλου δεύτερον αὐτὸν ἠξίου συμβουλεύειν περὶ τοῦ πολέμου τοῦ πρὸς τὸν πατέρα. μυρίους δʼ αὐτὸν ἐπιλέκτους αἰτήσαντος ἐκείνου καὶ τόν τε πατέρα κτενεῖν αὐτοῦ καὶ τοὺς σὺν αὐτῷ ζωοὺς ἀνάξειν ὑποσχομένου καὶ βεβαίαν τότε τὴν βασιλείαν ἔσεσθαι φήσαντος Δαυίδου μηκέτι ζῶντος, 7.216ἀρεσθεὶς τῇ γνώμῃ μετακαλεῖται καὶ τὸν Χουσὶν τὸν Δαυίδου ἀρχίφιλον· οὕτως γὰρ αὐτὸν ἐκεῖνος ἐκάλει· καὶ τὴν Ἀχιτοφέλου γνώμην αὐτῷ δηλώσας, τί καὶ αὐτῷ δοκεῖ περὶ αὐτῆς ἐπυνθάνετο. συνιδὼν δʼ, ὅτι γενομένων ὧν Ἀχιτόφελος συνεβούλευσε κινδυνεύσει Δαυίδης συλληφθεὶς ἀποθανεῖν, γνώμην εἰσφέρειν ἐναντίαν ἐπειρᾶτο·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.211 Joseph. AJ 7.215 (English) >>Joseph. AJ 7.219

Powered by PhiloLogic